Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.125 Joseph. AJ 19.130 (English) >>Joseph. AJ 19.135

19.128εἰσὶ δʼ οἷς καὶ πάνυ ἀπʼ ἐλπίδων ἦν διὰ τὸ μὴ ἐθέλειν τι τοιόνδε περὶ τῷ Γαΐῳ γεγονέναι μηδὲ ἀληθείᾳ προστίθεσθαι διὰ τὸ μὴ οἷόν τε ἀνθρώπῳ εἶναι τοιᾷδε ἀρετῇ χρῆσθαι. 19.129γύναια δʼ ἦν ταῦτα καὶ παῖδες ὁπόσοι τε δοῦλοι καί τινες τοῦ στρατιωτικοῦ, οἱ μὲν διὰ τὸ μισθοφορεῖν καὶ οὐδὲν ἀλλʼ συντυραννοῦντες καὶ διακονίᾳ τῆς κατʼ ἐκεῖνον ὕβρεως ἐπανασειόμενοι τοῖς κρατίστοις τῶν πολιτῶν τιμῆς τε ἅμα καὶ ὠφελειῶν τυγχάνειν, 19.130 δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα· 19.131οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν. 19.132τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ δόξα τῆς ἀκροάσεως,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.125 Joseph. AJ 19.130 (English) >>Joseph. AJ 19.135

Powered by PhiloLogic